Ancient Greek · ~2 min
40.6 to 40.7
Plutarch, Γάιος Μάριος 40.6-7
Not analysed yet
τὸ μὲν οὖν πρῶτον ἀπετρίβετο τὴν ἄνθρωπον· ὡς δὲ οὔτε φυγῆς ἑτέραν ὁδὸν ἑώρα καὶ τὰ παρʼ ἐκείνης σπουδαιότερον ἢ πρὸς ἡδονὴν ἀκόλαστον διεπράττετο, δεξάμενος τὴν φιλοφροσύνην καὶ συνεκπεμφθεὶς ὑπʼ αὐτῆς ἀπέδρα μετὰ τῶν φίλων καὶ διέφυγε πρὸς τὸν Μάριον. ἐπεὶ δὲ ἀλλήλους ἠσπάσαντο, πορευόμενοι παρὰ τὴν θάλασσαν ἐντυγχάνουσι σκορπίοις μαχομένοις· καὶ τὸ σημεῖον ἐφάνη τῷ Μαρίῳ πονηρόν. εὐθὺς οὖν ἁλιάδος ἐπιβάντες εἰς Κέρκιναν διεπέρων, νῆσον ἀπέχουσαν οὐ πολὺ τῆς ἠπείρου· καὶ τοσοῦτον ἔφθασαν ὅσον ἀνηγμένων αὐτῶν ἱππεῖς ὁρᾶσθαι παρὰ τοῦ βασιλέως ἐλαύνοντας ἐπὶ τὸν τόπον ὅθεν ἀνήχθησαν. τοῦτον οὐδενὸς ἐλάττονα κίνδυνον ἔδοξεν ἐκφυγεῖν ὁ Μάριος.