Ancient Greek · ~3 min
42.4 to 42.5
Plutarch, Γάιος Μάριος 42.4-5
Not analysed yet
Ὀκτάβιον δὲ Χαλδαῖοι καὶ θύται τινὲς καὶ σιβυλλισταὶ πείσαντες ἐν Ῥώμῃ κατέσχον, ὡς εὖ γενησομένων. ὁ γὰρ ἀνήρ οὗτος δοκεῖ, τἆλλα Ῥωμαίων εὐγνωμονέστατος γενόμενος καὶ μάλιστα δὴ τὸ πρόσχημα τῆς ὑπατείας ἀκολάκευτον ἐπὶ τῶν πατρίων ἐθῶν καὶ νόμων ὥσπερ διαγραμμάτων ἀμεταβόλων διαφυλάξας, ἀρρωστίᾳ τῇ περὶ ταῦτα χρήσασθαι, πλείονα συνὼν χρόνον ἀγύρταις καὶ μάντεσιν ἢ πολιτικοῖς καὶ πολεμικοῖς ἀνδράσιν. οὗτος μὲν οὖν, πρὶν εἰσελθεῖν τὸν Μάριον, ὑπὸ τῶν προπεμφθέντων ἀπὸ τοῦ βήματος κατασπασθεὶς ἐσφάττετο καὶ λέγεται διάγραμμα Χαλδαϊκὸν ἐν τοῖς κόλποις αὐτοῦ φονευθέντος εὑρεθῆναι. καὶ τὸ πρᾶγμα πολλὴν ἀλογίαν εἶχε, τὸ δυεῖν ἡγεμόνων ἐπιφανεστάτων Μάριον μὲν ὀρθῶσαι τὸ μὴ καταφρονῆσαι μαντικῆς, Ὀκτάβιον δὲ ἀπολέσαι.