Ancient Greek
Chapter 43
Plutarch, Γάιος Μάριος 43.3
Not analysed yet
ἐκαλει δὴ τὸ πλῆθος εἰς ἀγορὰν καὶ πρὸ τοῦ τρεῖς ἢ τέτταρας φυλὰς ἐνεγκεῖν τὴν ψῆφον ἀφεὶς τὸ πλάσμα καὶ τὴν φυγαδικὴν ἐκείνην δικαιολογίαν κατῄει, δορυφόρους ἔχων λογάδας ἐκ τῶν προσπεφοιτηκότων δούλων, οὓς Βαρδυαίους προσηγόρευσεν. οὗτοι πολλοὺς μὲν ἀπὸ φωνῆς, πολλοὺς δὲ ἀπὸ νεύματος ἀνῄρουν προστάσσοντος αὐτοῦ· καὶ τέλος Ἀγχάριον, ἄνδρα βουλευτὴν καὶ στρατηγικόν, ἐντυγχάνοντα τῷ Μαρίῳ καὶ μὴ προσαγορευθέντα καταβάλλουσιν ἔμπροσθεν αὐτοῦ ταῖς μαχαίραις τύπτοντες.