Ancient Greek · ~2 min
Chapter 44
Plutarch, Γάιος Μάριος 44.3
Not analysed yet
ἀκούσας οὖν ἐκεῖνος ἐκκραγεῖν λέγεται μέγα καὶ ταῖς χερσὶν ὑφʼ· ἡδονῆς ἀνακροτῆσαι· καὶ μικροῦ μὲν ἐδέησεν ἐξαναστὰς αὐτὸς ἐπὶ τὸν τόπον φέρεσθαι, τῶν δὲ φίλων κατασχόντων Ἄννιον ἔπεμπε καὶ στρατιώτας μετʼ αὐτοῦ κελεύσας κατὰ τάχος τὴν κεφαλὴν τοῦ Ἀντωνίου κομίζειν. ὡς οὖν ἧκον ἐπὶ τὴν οἰκίαν, ὁ μὲν Ἄννιος ὑπέστη παρὰ τὰς θύρας, οἱ δὲ στρατιῶται διὰ κλιμάκων ἀναβάντες εἰς τὸ δωμάτιον καὶ θεασάμενοι τὸν Ἀντώνιον ἄλλος ἄλλον ἐπὶ τὴν σφαγὴν ἀνθʼ ἑαυτοῦ παρεκάλει καὶ προὐβάλλετο.