Ancient Greek · ~2 min
Chapter 45
Plutarch, Γάιος Μάριος 45.3
Not analysed yet
ὑπὸ τοιούτων θραυόμενος λογισμῶν, καὶ τὴν μακρὰν ἄλην αὐτοῦ καὶ φυγὰς καὶ κινδύνους διὰ γῆς καὶ θαλάττης ἐλαυνομένου λαμβάνων πρὸ ὀφθαλμῶν, εἰς ἀπορίας ἐνέπιπτε δεινὰς καὶ νυκτερινὰ δείματα καὶ ταραχώδεις ὀνείρους, ἀεί τινος ἀκούειν φθεγγομένου δοκῶν δειναὶ γάρ κοῖται καὶ ἀποιχομένοιο λέοντος. μάλιστα δὲ πάντων φοβούμενος τὰς ἀγρυπνίας ἐνέβαλεν εἰς πότους ἑαυτὸν καὶ μέθας ἀώρους καὶ παρʼ ἡλικίαν, ὥσπερ ἀπόδρασιν τῶν φροντίδων τὸν ὕπνον μηχανώμενος.