Ancient Greek · ~2 min
Chapter 5
Plutarch, Γάιος Μάριος 5.4
Not analysed yet
οὗτος μὲν οὖν ὑπὸ τῶν μετὰ ταῦτα τιμητῶν ἐξέπεσε τῆς βουλῆς, ἐπιτήδειος εἶναι παθεῖν τοῦτο δόξας ἢ διὰ τὴν ψευδομαρτυρίαν ἢ διὰ τὴν ἀκρασίαν ἐπὶ δὲ τὸν Μάριον καὶ Γάϊος Ἑρέννιος μάρτυς εἰσαχθεὶς οὐκ ἔφη ἡ πάτριον εἶναι καταμαρτυρεῖν πελατῶν, ἀλλὰ τὸν νόμον ἀφιέναι ταύτης τῆς ἀνάγκης τοὺς πάτρωνας οὕτως γάρ οἱ Ῥωμαῖοι τοὺς προστάτας καλοῦσι, τοῦ δ’ Ἑρεννίων οἴκου τοὺς Μαρίου γονεῖς καὶ Μάριον αὐτὸν ἐξ ἀρχῆς γεγονέναι πελάτας.