Ancient Greek
Chapter 7
Plutarch, Γάιος Μάριος 7.1
Not analysed yet
ἐπεὶ δὲ Καικίλιος Μέτελλος ἀποδειχθεὶς ἐπὶ τὸν κατὰ Ἰουγούρθα πόλεμον ὕπατος στρατηγὸς εἰς Λιβύην ἐπηγάγετο πρεσβευτὴν Μάριον, ἐνταῦθα πράξεων μεγάλων καὶ λαμπρῶν ἀγώνων ἐπιλαβόμενος τὸ μὲν αὔξειν τὸν Μέτελλον, ὥσπερ οἱ λοιποί, καὶ πολιτεύεσθαι πρὸς ἐκεῖνον εἴασε χαίρειν· ἀξιῶν δὲ οὐχ ὑπὸ Μετέλλου κεκλῆσθαι πρεσβευτής, ὑπὸ δὲ τῆς τύχης εἰς εὐφυέστατον καιρὸν ὁμοῦ καὶ μέγιστον εἰσάγεσθαι πράξεων θέατρον, ἐπεδείκνυτο πᾶσαν ἀνδραγαθίαν.