Ancient Greek · ~2 min
Chapter 7
Plutarch, Γάιος Μάριος 7.3
Not analysed yet
ὅλως μὲν γάρ ἔοικε τοῦ κάμνειν ἑκάστῳ παραμυθία τὸ συγκάμνον ἑκουσίως εἶναι· δοκεῖ γὰρ ἀφαιρεῖν τὴν ἀνάγκην· ἥδιστον δὲ Ῥωμαίῳ θέαμα στρατιώτῃ στρατηγὸς ἐσθίων ἐν ὄψει κοινὸν ἄρτον ἢ κατακείμενος ἐπὶ στιβάδος εὐτελοῦς ἢ περὶ ταφρείαν τινὰ καὶ χαράκωσιν ἔργου συνεφαπτόμενος, οὐ γάρ οὕτως τοὺς τιμῆς καὶ χρημάτων μεταδιδόντας ὡς τοὺς πόνου καὶ κινδύνου μεταλαμβάνοντας ἡγεμόνας θαυμάζουσιν, ἀλλὰ μᾶλλον ἀγαπῶσι τῶν ῥᾳθυμεῖν ἐπιτρεπόντων τοὺς συμπονεῖν ἐθέλοντας,