Ancient Greek · ~2 min
Chapter 8
Plutarch, Γάιος Μάριος 8.1
Not analysed yet
ἐφʼ οἷς δῆλος ἦν ὁ Μέτελλος ἀχθόμενος. μάλιστα δ’ αὐτὸν ἠνίασε τὸ περὶ Τουρπίλλιον. οὗτος γὰρ ὁ ἀνὴρ ἦν μὲν ἐκ πατέρων ξένος τῷ Μετέλλῳ καὶ τότε τὴν ἐπὶ τῶν τεκτόνων ἔχων ἀρχὴν συνεστράτευε· φρουρῶν δὲ Βάγαν, πόλιν μεγάλην, καὶ τῷ μηδὲν ἀδικεῖν τοὺς ἐνοικοῦντας, ἀλλὰ πράως καὶ φιλανθρώπως αὐτοῖς προσφέρεσθαι πιστεύων, ἔλαθεν ὑποχείριος τοῖς πολεμίοις γενόμενος. ,παρεδέξαντο γάρ τὸν Ἰουγούρθαν, τὸν δὲ Τουρπίλλιον οὐδὲν ἠδίκησαν, ἀλλὰ σῷον ἐξαιτησάμενοι διῆκαν. ἔσχεν οὖν αἰτίαν προδοσίας·