Ancient Greek · ~3 min
11.1 to 11.2
Plutarch, Νικίας 11.1-2
Not analysed yet
ἀκμαζούσης δὲ τῆς πρὸς τὸν Νικίαν τοῦ Ἀλκιβιάδου διαφορᾶς, καὶ γιγνομένης ὀστρακοφορίας, ἣν εἰώθει διὰ χρόνου τινὸς ὁ δῆμος ποιεῖσθαι, ἕνα τῶν ὑπόπτων ἢ διὰ δόξαν ἄλλως ἢ πλοῦτον ἐπιφθόνων ἀνδρῶν τῷ ὀστράκῳ μεθιστὰς εἰς δέκα ἔτη, πολὺς θόρυβος ἀμφοτέρους περιΐστατο καὶ κίνδυνος, ὡς θατέρου πάντως ὑποπεσουμένου τῷ ἐξοστρακισμῷ. τοῦ μὲν γὰρ Ἀλκιβιάδου καὶ τὸν βίον ἐβδελύττοντο καὶ τὸ θράσος ὠρρώδουν, ὡς μᾶλλον ἐν τοῖς περὶ ἐκείνου γραφομένοις δηλοῦται, τὸν δὲ Νικίαν ὅ τε πλοῦτος ἐπίφθονον ἐποίει καὶ μάλιστα τῆς διαίτης τὸ μὴ φιλάνθρωπον μηδὲ δημοτικόν, ἀλλʼ ἄμικτον καὶ ὀλιγαρχικὸν ἀλλόκοτον ἐδόκει, πολλὰ δʼ ἤδη ταῖς ἐπιθυμίαις αὐτῶν ἀντιτείνων, παρὰ γνώμην βιαζόμενος πρὸς τὸ συμφέρον, ἐπαχθὴς ἦν.