Ancient Greek · ~2 min
Chapter 11
Plutarch, Νικίας 11.7
Not analysed yet
ἄκριτον δʼ ἡ τύχη πρᾶγμα καὶ ἄληπτον λογισμῷ. Νικίας γάρ, εἰ τὸν περὶ ὀστράκου κίνδυνον ἀνέρριψε πρὸς Ἀλκιβιάδην, ἢ κρατήσας ἂν ἀσφαλῶς ᾤκει τὴν πόλιν ἐκεῖνον ἐξελάσας, ἢ κρατηθεὶς αὐτὸς ἐξῄει πρὸ τῶν ἐσχάτων ἀτυχιῶν, τὸ δοκεῖν ἄριστος εἶναι στρατηγὸς διαφυλάξας. οὐκ ἀγνοῶ δʼ ὅτι Θεόφραστος ἐξοστρακισθῆναί φησι τὸν Ὑπέρβολον Φαίακος, οὐ Νικίου, πρὸς Ἀλκιβιάδην ἐρίσαντος. ἀλλʼ οἱ πλείονες οὕτω γεγράφασιν.