Ancient Greek · ~3 min
18.4 to 18.5
Plutarch, Νικίας 18.4-5
Not analysed yet
τούτων δὲ πραχθέντων ἀπολέλειπτο μὲν ὁ Νικίας μόνος τῶν στρατηγῶν, ἦν δʼ ἐλπίδος μεγάλης. καὶ γὰρ πόλεις μεθίσταντο καὶ πλοῖα μεστὰ σίτου πολλαχόθεν ἦλθεν εἰς τὸ στρατόπεδον, τοῖς πράγμασιν εὖ φερομένοις πάντων προστιθεμένων. καὶ λόγοι τινὲς ἤδη παρὰ τῶν Συρακουσίων ἐγίνοντο περὶ συμβάσεως πρὸς αὐτόν, ἀπεγνωκότων τὴν πόλιν. ὅπου καὶ Γύλιππος ἐκ Λακεδαίμονος πλέων βοηθὸς αὐτοῖς, ὡς ἤκουσε κατὰ πλοῦν τὸν ἀποτειχισμὸν καὶ τὰς ἀπορίας, οὕτως ἔπλει τὸ λοιπὸν ὡς ἐχομένης μὲν ἤδη τῆς Σικελίας, Ἰταλιώταις δὲ τὰς πόλεις διαφυλάξων, εἰ καὶ τοῦτό πως ἐγγένοιτο. μεγάλη γὰρ ἡ δόξα διεφοίτα τοῦ κρατεῖν πάντα τοὺς Ἀθηναίους καὶ στρατηγὸν ἔχειν ἄμαχον διʼ εὐτυχίαν καὶ φρόνησιν.