Ancient Greek
19.1 to 19.3
Plutarch, Νικίας 19.1-3
Not analysed yet
ἐν τούτῳ δὲ καιροῦ παρόντος τοῦ κινδύνου ἀφικνεῖται Γογγύλος ἐκ Κορίνθου μιᾷ τριήρει· καὶ συνδραμόντων πρὸς αὐτόν, ὡς εἰκός, πάντων ἔφραζεν ὅτι Γύλιππος ἀφίξεται διὰ ταχέων καὶ νῆες ἄλλαι βοηθοὶ προσπλέουσιν. οὔπω δὲ τῷ Γογγύλῳ πιστευόντων βεβαίως, ἧκεν ἄγγελος παρὰ τοῦ Γυλίππου κελεύοντος ἀπαντᾶν. οἱ δὲ θαρρήσαντες ἐξωπλίζοντο· καὶ προσῆγεν εὐθὺς ὁ Γύλιππος ἐξ ὁδοῦ παρατεταγμένος ἐπὶ τοὺς Ἀθηναίους. ὡς δὲ κἀκείνους ἀντέταξεν ὁ Νικίας, θέμενος ἐπὶ τοὺς Ἀθηναίους ὁ Γύλιππος τὰ ὅπλα καὶ κήρυκα πέμψας ἔλεγε διδόναι τοῖς Ἀθηναίοις ἄδειαν ἀπιοῦσιν ἐκ Σικελίας. ὁ μὲν οὖν Νικίας οὐθὲν ἠξίωσεν ἀποκρίνασθαι· τῶν δὲ στρατιωτῶν τινες καταγελῶντες ἠρώτων εἰ διὰ παρουσίαν ἑνὸς τρίβωνος καὶ βακτηρίας Λακωνικῆς οὕτως ἰσχυρὰ τὰ Συρακουσίων ἐξαίφνης γέγονεν ὥστʼ Ἀθηναίων καταφρονεῖν, οἳ πολὺ ῥωμαλεωτέρους Γυλίππου καὶ μᾶλλον κομῶντας τριακοσίους ἔχοντες ἐν πέδαις δεδεμένους ἀπέδωκαν Λακεδαιμονίοις.