# Νικίας 19.6-7

Plutarch, Νικίας, 19.6 to 19.7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-109/19.6

καὶ φυγόντων εἰς τὸ στρατόπεδον ἐπιστήσας τοὺς Συρακουσίους, τοῖς λίθοις οἷς ἐκεῖνοι προσεκόμιζον καὶ τῇ ὕλῃ παροικοδομῶν εἰς διαστολὰς ἀπέκοψε τὸν ἐκείνων περιτειχισμόν, ὥστʼ αὐτοῖς μηδὲν εἶναι πλέον κρατοῦσιν. ἐκ τούτου δὲ θαρρήσαντες οἱ Συρακούσιοι τάς τε ναῦς ἐπλήρουν, καὶ τοῖς ἱππεῦσι τοῖς ἑαυτῶν καὶ ἀκολούθοις περιελαύνοντες πολλοὺς ᾕρουν. καὶ ὁ Γύλιππος ἐπιὼν ἐπὶ τὰς πόλεις αὐτὸς ἐξώρμα καὶ συνίστη πάντας ἐρρωμένως ὑπακούοντας αὐτῷ καὶ συλλαμβανομένους, ὥστε τὸν Νικίαν αὖθις εἰς ἐκείνους ἀποτρεπόμενον τοὺς πρώτους λογισμοὺς καὶ συμφρονοῦντα τὴν τῶν πραγμάτων μεταβολὴν ἀθυμεῖν, καὶ γράφειν τοῖς Ἀθηναίοις κελεύοντα πέμπειν ἕτερον στρατὸν ἢ καὶ τοῦτον ἀπαγαγεῖν ἐκ Σικελίας, αὑτῷ δὲ πάντως αἰτούμενον τῆς στρατηγίας ἄφεσιν διὰ τὴν νόσον.

---

Plutarch, Νικίας, ed. Bernadotte Perrin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0007.tlg038.local001/.
