# Νικίας 20.1-3

Plutarch, Νικίας, 20.1 to 20.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-109/20.1

οἱ δʼ Ἀθηναῖοι καὶ πρότερον μὲν ὥρμηντο πέμπειν ἑτέραν δύναμιν εἰς Σικελίαν, φθόνῳ δὲ τῶν πρῶτον πραττομένων πρὸς εὐτυχίαν τοῦ Νικίου τοσαύτην πολλὰς διατριβὰς ἐμβαλόντων τότε γοῦν ἔσπευδον βοηθεῖν. καὶ Δημοσθένης μὲν ἔμελλε μεγάλῳ στόλῳ πλεῖν ἐκ χειμῶνος, Εὐρυμέδων δὲ διὰ χειμῶνος προεξέπλευσε χρήματα κομίζων καὶ συστρατήγους ἀποφαίνων ᾑρημένους τῷ Νικίᾳ τῶν αὐτόθι στρατευομένων Εὐθύδημον καὶ Μένανδρον. ἐν τούτῳ δὲ καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν ἐξαίφνης ἐπιχειρούμενος ὁ Νικίας ταῖς μὲν ναυσὶν ἡττώμενος τὸ πρῶτον ὅμως ἐξέωσε καὶ κατέδυσε πολλὰς τῶν πολεμίων, πρὸς δὲ τὸ πεζὸν οὐκ ἔφθασε βοηθῶν, ἀλλʼ ἄφνω προσπεσὼν ὁ Γύλιππος εἷλε τὸ Πλημμύριον, ἐν ᾧ σκευῶν τριηρικῶν καὶ χρημάτων πολλῶν ἀποκειμένων ἐκράτησε πάντων καὶ διέφθειρεν ἄνδρας οὐκ ὀλίγους καὶ ζῶντας ἔλαβε· τὸ δὲ μέγιστον, ἀφείλετο τοῦ Νικίου τῆς ἀγορᾶς τὴν εὐπέτειαν. ἦν γὰρ ἡ κομιδὴ παρὰ τὸ Πλημμύριον ἀσφαλὴς καὶ ταχεῖα τῶν Ἀθηναίων κρατούντων, ἐκπεσόντων δὲ χαλεπὴ καὶ μετὰ μάχης ἐγίνετο πρὸς τοὺς πολεμίους ἐκεῖ ναυλοχοῦντας. ἔτι δὲ καὶ τὸ ναυτικὸν τοῖς Συρακουσίοις οὐκ ἀπὸ κράτους ἐφαίνετο νενικημένον, ἀλλʼ ἀταξίᾳ περὶ τὴν δίωξιν. αὖθις οὖν ἐπεχείρουν παρασκευαζόμενοι λαμπρότερον.

---

Plutarch, Νικίας, ed. Bernadotte Perrin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0007.tlg038.local001/.
