# Νικίας 23.2

Plutarch, Νικίας, Chapter 23. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-109/23.2

αὐτὴν δὲ τὴν σελήνην, ᾧτινι συντυγχάνουσα καὶ πῶς αἰφνίδιον ἐκ πανσελήνου τὸ φῶς ἀπόλλυσι καὶ χρόας ἵησι παντοδαπάς, οὐ ῥᾴδιον ἦν καταλαβεῖν, ἀλλʼ ἀλλόκοτον ἡγοῦντο καὶ πρὸ συμφορῶν τινων μεγάλων ἐκ θεοῦ γινόμενον σημεῖον. ὁ γὰρ πρῶτος σαφέστατόν τε πάντων καὶ θαρραλεώτατον περὶ σελήνης καταυγασμῶν καὶ σκιᾶς λόγον εἰς γραφὴν καταθέμενος Ἀναξαγόρας οὔτʼ αὐτὸς ἦν παλαιὸς οὔτε ὁ λόγος ἔνδοξος, ἀλλʼ ἀπόρρητος ἔτι καὶ διʼ ὀλίγων καὶ μετʼ εὐλαβείας τινὸς ἢ πίστεως βαδίζων.

---

Plutarch, Νικίας, ed. Bernadotte Perrin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0007.tlg038.local001/.
