Ancient Greek · ~2 min
Chapter 26
Plutarch, Νικίας 26.3
Not analysed yet
προελθόντες γὰρ ἅμʼ ἡμέρα τὰς δυσχωρίας τῶν ὁδῶν κατέλαβον καὶ τὰς διαβάσεις τῶν ποταμῶν ἀπετείχισαν τάς τε γεφύρας ἀπέκοψαν, ἐν δὲ τοῖς ὁμαλοῖς καὶ πεδινοῖς τοὺς ἱππεῖς ἔταξαν, ὥστε μηδένα λελεῖφθαι τοῖς Ἀθηναίοις τόπον ἀμαχεὶ προελθεῖν. οἱ δὲ καὶ τὴν ἡμέραν ἐκείνην καὶ τὴν νύκτα τὴν ἑτέραν ἐπιμείναντες ἐπορεύοντο κλαυθμῷ καὶ ὀλοφυρμῷ, καθάπερ ἐκ πατρίδος, οὐ πολεμίας, ἀνιστάμενοι, διὰ τὰς ἀπορίας τῶν ἀναγκαίων καὶ τὰς ἀπολείψεις τῶν ἀδυνάτων φίλων καὶ συνήθων, ὅμως τὰ παρόντα κακὰ κουφότερα τῶν προσδοκωμένων νομίζοντες εἶναι.