Ancient Greek · ~3 min
4.3 to 4.4
Plutarch, Νικίας 4.3-4
Not analysed yet
ὅθεν οὐκ ὀλίγοι περὶ αὐτὸν ἦσαν αἰτοῦντες καὶ λαμβάνοντες. ἐδίδου γὰρ οὐχ ἧττον τοῖς κακῶς ποιεῖν δυναμένοις ἢ τοῖς εὖ πάσχειν ἀξίοις, καὶ ὅλως πρόσοδος ἦν αὐτοῦ τοῖς τε πονηροῖς ἡ δειλία καὶ τοῖς χρηστοῖς ἡ φιλανθρωπία. λαβεῖν δὲ περὶ τούτων μαρτυρίαν καὶ παρὰ τῶν κωμικῶν ἔστι. Τηλεκλείδης μὲν γὰρ εἴς τινα τῶν συκοφαντῶν ταυτὶ πεποίηκε· Χαρικλέης μὲν οὖν ἔδωκε μνᾶν, ἵνʼ αὐτὸν μὴ λέγῃ ὡς ἔφυ τῇ μητρὶ παίδων πρῶτος ἐκ βαλλαντίου· τέσσαρας δὲ μνᾶς ἔδωκε Νικίας Νικηράτου· ὧν δʼ ἕκατι τοῦτʼ ἔδωκε, καίπερ εὖ εἰδὼς ἐγὼ οὐκ ἐρῶ, φίλος γὰρ ἁνήρ, σωφρονεῖν δέ μοι δοκεῖ. Teleclides; Kock, Com. Att. Frag. i. p. 219.