Ancient Greek · ~1 min
Chapter 4
Plutarch, Νικίας 4.6
Not analysed yet
ὁ δʼ Ἀριστοφάνους Κλέων ἀπειλῶν λέγει· λαρυγγιῶ τοὺς ῥήτορας καὶ Νικίαν ταράξω. Arisoph. Kn. 358 ὑποδηλοῖ δὲ καὶ Φρύνιχος τὸ ἀθαρσὲς αὐτοῦ καὶ καταπεπληγμένον ἐν τούτοις· ἦν γὰρ πολίτης ἀγαθός, ὡς εὖ οἶδʼ ἐγώ, κοὐχ ὑποταγεὶς ἐβάδιζεν, ὥσπερ Νικίας. Phrynichus; Kock, Com. Att. Frag. i. p. 385