Ancient Greek
Chapter 5
Plutarch, Νικίας 5.4
Not analysed yet
ὅθεν αὐτῷ καὶ τὸ σῶμα διάκειται κακῶς, καὶ τοῖς φίλοις οὐ προσηνὴς οὐδὲ ἡδύς ἐστιν, ἀλλὰ καὶ τούτους προσαποβέβληκε τοῖς χρήμασι πολιτευόμενος. οἱ δʼ ἄλλοι καὶ φίλους κτώμενοι καὶ πλουτίζοντες αὑτοὺς ἀπὸ τοῦ βήματος εὐπαθοῦσι καὶ προσπαίζουσι τῇ πολιτείᾳ. τῷ δʼ ὄντι τοιοῦτος ἦν ὁ Νικίου βίος ὥστʼ αὐτὸν εἰπεῖν τὰ τοῦ Ἀγαμέμνονος εἰς αὑτόν· προστάτην γε τοῦ βίου τὸν ὄγκον ἔχομεν, τῷ τʼ ὄχλῳ δουλεύομεν. Eur. IA 445 f.