Ancient Greek · ~1 min
Chapter 6
Plutarch, Νικίας 6.6
Not analysed yet
ἀλλʼ ὅμως ἐκεῖνος ὑπέμεινε μᾶλλον προέσθαι τὸ νίκημα καὶ τὴν δόξαν ἢ καταλιπεῖν ἀτάφους δύο τῶν πολιτῶν. πορθήσας δὲ τὴν παραλίαν τῆς Λακωνικῆς καὶ τοὺς ἀντιστάντας Λακεδαιμονίων τρεψάμενος, εἷλε Θυρέαν Αἰγινητῶν ἐχόντων, καὶ τοὺς αἱρεθέντας ἀπήγαγε ζῶντας εἰς Ἀθήνας.