Ancient Greek · ~2 min
Chapter 8
Plutarch, Νικίας 8.2
Not analysed yet
σκώπτει δʼ αὐτὸν εἰς ταῦτα πάλιν Ἀριστοφάνης ἐν μὲν Ὄρνισιν οὕτω πως λέγων· καὶ μὴν μὰ τὸν Δίʼ οὐχὶ νυστάζειν γʼ ἔτι ὥρα ʼστὶν ἡμῖν, οὐδὲ μελλονικιᾶν. Aristoph. Birds 638 f. ἐν δὲ Γεωργοῖς ταῦτα γράφων· Α. ἐθέλω γεωργεῖν. Β. εἶτα τίς σε κωλύει; Α. ὑμεῖς· ἐπεὶ δίδωμι χιλίας δραχμάς, ἐάν με τῶν ἀρχῶν ἀφῆτε. Β. δεχόμεθα· δισχίλιαι γάρ εἰσι σὺν ταῖς Νικίου. Aristophanes, The Farmers; Kock, Com. Att. Frag. i. p. 416