Ancient Greek · ~4 min
1.2 to 1.4
Plutarch, Νομᾶς 1.2-4
Not analysed yet
λεγομένου δὲ οὖν ὡς Νομᾶς γένοιτο Πυθαγόρου συνήθης, οἱ μὲν ὅλως ἀξιοῦσι μηδὲν Ἑλληνικῆς παιδεύσεως Νομᾷ μετεῖναι, καθάπερ ἢ φύσει δυνατὸν καὶ αὐτάρκη γενέσθαι πρὸς ἀρετὴν ἢ βελτίονι Πυθαγόρου βαρβάρῳ τινὶ τὴν τοῦ βασιλέως ἀποδοῦναι παίδευσιν οἱ δὲ Πυθαγόραν μὲν ὀψὲ γενέσθαι, τῶν Νομᾶ χρόνων ὁμοῦ τι πέντε γενεαῖς ἀπολειπόμενον, Πυθαγόρου δὲ τὸν Σπαρτιάτην Ὀλύμπια νενικηκότα στάδιον ἐπὶ τῆς ἑκκαιδεκάτης Ὀλυμπιάδος, ἧς ἔτει τρίτῳ Νομᾶς εἰς τὴν βασιλείαν κατέστη, πλανηθέντα περὶ τὴν Ἰταλίαν συγγενέσθαι τῷ Νομᾷ καὶ συνδιακοσμῆσαι τὴν πολιτείαν, ὅθεν οὐκ ὀλίγα τοῖς Ῥωμαϊκοῖς ἐπιτηδεύμασι τῶν Λακωνικῶν ἀναμεμῖχθαι Πυθαγόρου διδάξαντος, ἄλλως δὲ Νομᾶς γένος μὲν ἦν ἐκ Σαβίνων, Σαβῖνοι δὲ βούλονται Λακεδαιμονίων ἑαυτοὺς ἀποίκους γεγονέναι. τοὺς μὲν οὖν χρόνους ἐξακριβῶσαι χαλεπόν ἐστι, καὶ μάλιστα τοὺς ἐκ τῶν Ὀλυμπιονικῶν ἀναγομένους, ὧν τὴν ἀναγραφὴν ὀψέ φασιν Ἱππίαν ἐκδοῦναι τὸν Ἠλεῖον, ἀπʼ οὐδενὸς ὁρμώμενον ἀναγκαίου πρὸς πίστιν ἃ δὲ παρειλήφαμεν ἡμεῖς ἄξια λόγου περὶ Νομᾶ, διέξιμεν ἀρχὴν οἰκείαν λαβόντες.