Ancient Greek · ~2 min
Chapter 12
Plutarch, Νομᾶς 12.7
Not analysed yet
τὰ μὲν οὖν τῆς μάχης εὐτυχεῖτο καὶ καταβαλὼν ἐσκύλευσε τὸν ἄνδρα γνωρίσαντες δὲ οἱ Κελτοὶ πέμπουσιν εἰς Ῥώμην κήρυκα τοῦ Φαβίου κατηγοροῦντες ὡς ἐκσπόνδου καὶ ἀπίστου καὶ ἀκατάγγελτον ἐξενηνοχότος πρὸς αὐτοὺς πόλεμον. ἐνταῦθα τὴν μὲν σύγκλητον οἱ Φιτιαλεῖς ἔπειθον ἐκδιδόναι τὸν ἄνδρα τοῖς Κελτοῖς, καταφυγὼν δὲ ἐκεῖνος εἰς τοὺς πολλοὺς καὶ τῷ δήμῳ σπουδάζοντι χρησάμενος διεκρούσατο τὴν δίκην. μετʼ ὀλίγον δὲ ἐπελθόντες οἱ Κελτοὶ τὴν Ῥώμην πλὴν τοῦ Καπιτωλίου διεπόρθησαν. ἀλλὰ ταῦτα μὲν ἐν τοῖς περὶ Καμίλλου μᾶλλον ἀκριβοῦται.