# Νομᾶς 22.1

Plutarch, Νομᾶς, Chapter 22. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-111/22.1

ζηλωτὸν δὲ αὐτοῦ καὶ τῷ τάφῳ τὸν βίον ἐποίησαν οἵ τε σύμμαχοι καὶ φίλοι δῆμοι, συνελθόντες ἐπὶ τὰς ταφὰς ἅμα δημοσίαις ἐπιφοραῖς καὶ στεφάνοις, οἵ τε πατρίκιοι τὸ λέχος ἀράμενοι, καὶ συμπαρόντες οἱ τῶν θεῶν ἱερεῖς καὶ παραπέμποντες, ὁ δ’ ἄλλος ὅμιλος ἀναμεμιγμένων καὶ γυναικῶν καὶ παίδων οὐχ ὡς βασιλέως ταφαῖς γηραιοῦ παρόντες, ἀλλʼ ὥς τινα τῶν φιλτάτων ἕκαστος ἐν ἀκμῇ βίου ποθούμενον θάπτων, μετʼ οἰμωγῆς καὶ κλαυθμῶν ἑπόμενοι.

---

Plutarch, Νομᾶς, ed. Bernadotte Perrin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0007.tlg005.local001/.
