Ancient Greek · ~6 min
3.1 to 3.5
Plutarch, Νομᾶς 3.1-5
Not analysed yet
ἀλλὰ καίπερ οὕτω πολιτικῶς καὶ ἀνεπαχθῶς ἀφηγεῖσθαι δοκοῦντες, ὑπονοίαις καὶ θορύβοις περιέπιπτον, ὡς μεθιστάντες εἰς ὀλιγαρχίαν τὰ πράγματα καὶ διαπαιδαγωγοῦντες ἐν σφίσιν αὐτοῖς τὴν πολιτείαν, βασιλεύεσθαι δὲ οὐκ ἐθέλοιεν. ἐκ τούτου συνέβησαν ἀμφότεραι πρὸς ἀλλήλας αἱ στάσεις, ὥστε τὴν ἑτέραν ἐκ τῆς ἑτέρας ἀποδεῖξαι βασιλέα· μάλιστα γάρ ἂν οὕτως ἔν τε τῷ παρόντι παύσασθαι τὴν φιλονεικίαν, καὶ τὸν ἀποδειχθέντα πρὸς ἀμφοτέρους ἴσον γενέσθαι, τοὺς μὲν ὡς ἑλομένους ἀγαπῶντα, τοῖς δὲ εὔνουν ὄντα διὰ συγγένειαν, ἐπιτρεψάντων δὲ προτέροις τοῖς Ῥωμαίοις τῶν Σαβίνων τὴν αἵρεσιν, ἔδοξε μᾶλλον ἑλέσθαι Σαβῖνον αὐτοὺς ἀποδείξαντας ἢ παρασχεῖν Ῥωμαῖον ἐκείνων ἑλομένων. καὶ βουλευσάμενοι καθʼ ἑαυτοὺς ἀποδεικνύουσιν ἐκ Σαβίνων Νομᾶν Πομπίλιον, ἄνδρα τῶν μὲν εἰς Ῥώμην ἀπῳκισμένων οὐ γενόμενον. γνώριμον δ’ οὕτω διʼ ἀρετὴν ὄντα πᾶσιν ὥστε τῶν ἑλομένων προθυμότερον ὀνομασθέντος αὐτοῦ δέξασθαι τοὺς Σαβίνους, φράσαντες οὖν τῷ δήμῳ τὰ δεδογμένα, πρέσβεις ἐκπέμπουσι πρὸς τὸν ἄνδρα κοινῇ τοὺς πρωτεύοντας ἀπʼ ἀμφοτέρων, ἥκειν δεησομένους καὶ παραλαβεῖν τὴν βασιλείαν. ἦν δὲ πόλεως μὲν ὁ Νομᾶς ἐπιφανοῦς ἐν Σαβίνοις τῆς Κύρεων, ἀφʼ ἧς καὶ Κυρίτας Ῥωμαῖοι σφᾶς αὐτοὺς ἅμα τοῖς ἀνακραθεῖσι Σαβίνοις προσηγόρευσαν, υἱὸς δὲ Πόμπωνος, ἀνδρὸς εὐδοκίμου, τεσσάρων ἀδελφῶν νεώτατος· ἡμέρᾳ δὲ γεγονὼς κατὰ δή τινα θείαν τύχην ἐν ᾗ τὴν Ῥώμην ἔκτισαν οἱ περὶ Ῥωμύλον αὕτη δὲ ἐστι πρὸ δεκαμιᾶς καλανδῶν Μαΐων. φύσει δὲ πρὸς πᾶσαν ἀρετὴν εὖ κεκραμένος τὸ ἦθος, ἔτι μᾶλλον αὑτὸν ἐξημέρωσε διὰ παιδείας καὶ κακοπαθείας καὶ φιλοσοφίας, οὐ μόνον τὰ λοιδορούμενα πάθη τῆς ψυχῆς, ἀλλὰ καὶ τὴν εὐδοκιμοῦσαν ἐν τοῖς βαρβάροις βίαν καὶ πλεονεξίαν ἐκποδὼν ποιησάμενος, ἀνδρείαν δὲ ἀληθῆ τὴν ὑπὸ λόγου τῶν ἐπιθυμιῶν ἐν αὑτῷ κάθειρξιν ἡγούμενος.