# Νομᾶς 6.3

Plutarch, Νομᾶς, Chapter 6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-111/6.3

τὸν κρατοῦντος, οὗτοι καὶ Τάτιον ἔστερξαν ἔπηλυν ἡγεμόνα, καὶ τὴν Ῥωμύλου μνήμην ἀποθεοῦσι ταῖς τιμαῖς. τίς δὲ οἶδεν εἰ καὶ νικῶντι δήμῳ πολέμου κόρος ἐστί, καὶ μεστοὶ θριάμβων καὶ λαφύρων γεγονότες ἡγεμόνα πρᾷον καὶ δίκης ἑταῖρον ἐπʼ εὐνομίᾳ καὶ εἰρήνῃ ποθοῦσιν; εἰ δὲ δὴ καὶ παντάπασιν ἀκρατῶς ἔχουσι καὶ μανικῶς πρὸς πόλεμον, ἆρʼ οὐχὶ βέλτιον ἀλλαχόσε τὴν ὁρμὴν αὐτῶν τρέπειν, διὰ χειρὸς ἔχοντα τὰς ἡ νίας, τῇ δὲ πατρίδι καὶ παντὶ τῷ Σαβίνων ἔθνει σύνδεσμον εὐνοίας καὶ φιλίας πρὸς πόλιν ἀκμάζουσαν καὶ δυνατὴν γενέσθαι;

---

Plutarch, Νομᾶς, ed. Bernadotte Perrin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0007.tlg005.local001/.
