Ancient Greek · ~2 min
Chapter 1
Plutarch, Ὄθων 1.1
Not analysed yet
ὁ δὲ νεώτερος αὐτοκράτωρ ἅμʼ ἡμέρᾳ προελθὼν εἰς τὸ Καπιτώλιον ἔθυσε· καὶ κελεύσας Μάριον Κέλσον ἀχθῆναι πρὸς αὑτὸν ἠσπάσατο καὶ διελέχθη φιλανθρώπως, καὶ παρεκάλεσε τῆς αἰτίας ἐπιλαθέσθαι μᾶλλον ἢ τῆς ἀφέσεως μνημονεύειν. τοῦ δὲ Κέλσου μήτε ἀγεννῶς ἀποκριναμένου μήτʼ ἀναισθήτως, ἀλλά φήσαντος αὐτὸ τοῦ τρόπου διδόναι τὸ ἔγκλημα πίστιν, ἐγκεκλῆσθαι γὰρ ὅτι Γάλβᾳ βέβαιον ἑαυτὸν παρέσχεν, ᾧ χάριν οὐδεμίαν ὤφειλεν, ἠγάσθησαν οἱ παρόντες ἀμφοτέρων καὶ τὸ στρατιωτικὸν ἐπῄνεσεν.