Ancient Greek · ~4 min
12.1 to 12.3
Plutarch, Πελοπίδας 12.1-3
Not analysed yet
διαπραξάμενοι δὲ ταῦτα καὶ τοῖς περὶ Μέλωνα συμβαλόντες ἔπεμψαν μὲν εἰς τὴν Ἀττικὴν ἐπὶ τοὺς ὑπολελειμμένους ἐκεῖ τῶν φυγάδων, ἐκάλουν δὲ τοὺς πολίτας ἐπὶ τὴν ἐλευθερίαν, καὶ τοὺς προσιόντας ὥπλιζον, ἀφαιροῦντες ἀπὸ τῶν στοῶν τὰ περικείμενα σκῦλα, καὶ τὰ περὶ τὴν οἰκίαν ἐργαστήρια δορυξόων καὶ μαχαιροποιῶν ἀναρρηγνύντες. ἧκον δὲ βοηθοῦντες αὐτοῖς μετὰ τῶν ὅπλων οἱ περὶ Ἐπαμεινώνδαν καὶ Γοργίδαν, συνειλοχότες οὐκ ὀλίγους τῶν νέων καὶ τῶν πρεσβυτέρων τοὺς βελτίστους, ἡ δὲ πόλις ἤδη μὲν ἀνεπτόητο πᾶσα, καὶ πολὺς θόρυβος ἦν καὶ φῶτα περὶ τὰς οἰκίας καὶ διαδρομαὶ πρὸς ἀλλήλους, οὔπω δὲ συνειστήκει τὸ πλῆθος, ἀλλʼ ἐκπεπληγμένοι πρὸς τὰ γινόμενα καὶ σαφὲς οὐδὲν εἰδότες ἡμέραν περιέμενον. ὅθεν ἁμαρτεῖν οἱ τῶν Λακεδαιμονίων ἄρχοντες ἔδοξαν εὐθὺς οὐκ ἐπιδραμόντες οὐδὲ συμβαλόντες, αὐτὴ μὲν ἡ φρουρὰ περὶ χιλίους πεντακοσίους ὄντες, ἐκ δὲ τῆς πόλεως πρὸς αὐτοὺς πολλῶν συντρεχόντων, ἀλλὰ τὴν βοὴν καὶ τὰ πυρὰ καὶ τὸν ὄχλον χωροῦντα πανταχόθεν πολὺν φοβηθέντες ἡσύχαζον, αὐτὴν τὴν Καδμείαν κατέχοντες.