Ancient Greek · ~3 min
13.1 to 13.3
Plutarch, Πελοπίδας 13.1-3
Not analysed yet
ἐκ δὲ τούτου βοιωτάρχης αἱρεθεὶς μετὰ Μέλωνος καὶ Χάρωνος ὁ Πελοπίδας εὐθὺς ἀπετείχιζε τὴν ἀκρόπολιν καὶ προσβολὰς ἐποιεῖτο πανταχόθεν, ἐξελεῖν σπουδάζων τοὺς Λακεδαιμονίους καὶ τὴν Καδμείαν ἐλευθερῶσαι πρὶν ἐκ Σπάρτης στρατὸν ἐπελθεῖν. καὶ παρὰ τοσοῦτον ἔφθασεν ἀφεὶς ὑποσπόνδους τοὺς ἄνδρας ὅσον ἐν Μεγάροις οὖσιν αὐτοῖς ἀπαντῆσαι Κλεόμβροτον ἐπὶ τὰς Θήβας ἐλαύνοντα μετὰ μεγάλης δυνάμεως, οἱ δὲ Σπαρτιᾶται, τριῶν ἁρμοστῶν γενομένων ἐν Θήβαις, Ἡριππίδαν μὲν καὶ Ἄρκισσον ἀπέκτειναν κρίναντες, ὁ δὲ τρίτος Λυσανορίδας χρήμασι πολλοῖς ζημιωθεὶς αὑτὸν ἐκ τῆς Πελοποννήσου μετέστησε. ταύτην τὴν πρᾶξιν ἀρεταῖς μὲν ἀνδρῶν καὶ κινδύνοις καὶ ἀγῶσι παραπλησίαν τῇ Θρασυβούλου γενομένην, καὶ βραβευθεῖσαν ὁμοίως ὑπὸ τῆς τύχης, ἀδελφὴν ἐκείνης προσηγόρευον οἱ Ἕλληνες, οὐ γὰρ ἔστι ῥᾳδίως ἑτέρους εἰπεῖν οἳ πλειόνων ἐλάττους καὶ δυνατωτέρων ἐρημότεροι τόλμῃ καὶ δεινότητι κρατήσαντες αἴτιοι μειζόνων ἀγαθῶν ταῖς πατρίσι κατέστησαν.