Ancient Greek · ~4 min
17.1 to 17.3
Plutarch, Πελοπίδας 17.1-3
Not analysed yet
εἰς δʼ οὖν Τεγύρας οἱ Θηβαῖοι κατὰ τὸν αὐτὸν χρόνον ἐκ τῆς Ὀρχομενίας ἀπιόντες καί οἱ Λακεδαιμόνιοι συνέπιπτον, ἐξ ἐναντίας αὐτοῖς ἐκ τῆς Λοκρίδος ἀναζευγνύντες. ὡς δὲ πρῶτον ὤφθησαν τὰ στενὰ διεκβάλλοντες, καί τις εἶπε τῷ Πελοπίδᾳ προσδραμών· ἐμπεπτώκαμεν εἰς τοὺς πολεμίους, τί μᾶλλον, εἶπεν, ἢ εἰς ἡμᾶς ἐκεῖνοι; καί τὴν μὲν ἵππον εὐθὺς πᾶσαν ἐκέλευσε παρελαύνειν ἀπʼ οὐρᾶς ὡς προεμβαλοῦσαν, αὐτὸς δὲ τοὺς ὁπλίτας τριακοσίους ὄντας εἰς ὀλίγον συνήγαγεν, ἐλπίζων καθʼ ὃ προσβάλοι μάλιστα διακόψειν ὑπερβάλλοντας πλήθει τοὺς πολεμίους. ἦσαν δὲ δύο μόραι Λακεδαιμονίων, τὴν δὲ μόραν Ἔφορος μὲν ἄνδρας εἶναι πεντακοσίους φησί, Καλλισθένης δʼ ἑπτακοσίους, ἄλλοι δέ τινες ἐνακοσίους, ὧν Πολύβιός ἐστι. καὶ θαρροῦντες οἱ πολέμαρχοι τῶν Σπαρτιατῶν Γοργολέων καί Θεόπομπος ὥρμησαν ἐπὶ τοὺς Θηβαίους, γενομένης δέ πως μάλιστα τῆς ἐφόδου κατʼ αὐτοὺς τοὺς ἄρχοντας ἀπʼ ἀμφοτέρων μετὰ θυμοῦ καί βίας, πρῶτον μὲν οἱ πολέμαρχοι τῶν Λακεδαιμονίων τῷ Πελοπίδᾳ συρράξαντες ἔπεσον·