Ancient Greek · ~3 min
2.3 to 2.4
Plutarch, Πελοπίδας 2.3-4
Not analysed yet
διὸ καλῶς ὁ Τιμόθεος, ἐπιδεικνυμένου ποτὲ τοῖς Ἀθηναίοις τοῦ Χάρητος ὠτειλάς τινας ἐν τῷ σώματι καὶ τὴν ἀσπίδα λόγχῃ διακεκομμένην, ἐγὼ δέ, εἶπεν, ὡς λίαν ᾐσχύνθην ὅτι μου πολιορκοῦντος Σάμον ἐγγὺς ἔπεσε βέλος, ὡς μειρακιωδέστερον ἐμαυτῷ χρώμενος ἢ κατὰ στρατηγοῦ καὶ ἡγεμόνα δυνάμεως τοσαύτης. ὅπου μὲν γὰρ εἷς τὰ ὅλα μεγάλην φέρει ῥοπὴν ὁ τοῦ στρατηγοῦ κίνδυνος, ἐνταῦθα καὶ χειρὶ καὶ σώματι χρηστέον ἀφειδῶς, χαίρειν φράσαντα τοῖς λέγουσιν ὡς χρὴ τὸν ἀγαθὸν στρατηγὸν μάλιστα μὲν ὑπὸ γήρως, εἰ δὲ μή, γέροντα θνῄσκειν ὅπου δὲ μικρὸν τὸ περιγινόμενον ἐκ τοῦ κατορθώματος, τὸ δὲ πᾶν συναπόλλυται σφαλέντος, οὐδεὶς ἀπαιτεῖ στρατιώτου πρᾶξιν κινδύνῳ πραττομένην στρατηγοῦ.