Ancient Greek · ~3 min
20.2 to 20.3
Plutarch, Πελοπίδας 20.2-3
Not analysed yet
ταῦτα, εἶπεν, ὦ γύναι, τοῖς ἰδιώταις χρὴ παραινεῖν, τοῖς δὲ ἄρχουσιν ὅπως τοὺς ἄλλους σῴζωσιν· ἐλθὼν δὲ εἰς τὸ στρατόπεδον καὶ τοὺς βοιωτάρχας καταλαβὼν οὐχ ὁμογνωμονοῦντας, πρῶτος Ἐπαμεινώνδᾳ προσέθετο γνώμην ψηφιζομένῳ διὰ μάχης ἰέναι τοῖς πολεμίοις, βοιωτάρχης μὲν οὐκ ἀποδεδειγμένος, ἄρχων δὲ τοῦ ἱεροῦ λόχου, καὶ πιστευόμενος, ὡς ἦν δίκαιον ἄνδρα τηλικαῦτα δεδωκότα τῇ πατρίδι σύμβολα εἰς τὴν ἐλευθερίαν. ὡς οὖν ἐδέδοκτο διακινδυνεύειν καὶ περὶ τὰ Λεῦκτρα τοῖς Λακεδαιμονίοις ἀντεστρατοπέδευον, ὄψιν εἶδε κατὰ τοὺς ὕπνους ὁ Πελοπίδας εὖ μάλα διαταράξασαν αὐτόν, ἔστι γὰρ ἐν τῷ Λευκτρικῷ πεδίῳ τὰ σήματα τῶν τοῦ Σκεδάσου θυγατέρων, ἃς Λευκτρίδας καλοῦσι διὰ τὸν τόπον· ἐκεῖ γὰρ αὐταῖς ὑπὸ ξένων Σπαρτιατῶν βιασθείσαις συνέβη ταφῆναι.