Ancient Greek · ~3 min
21.1 to 21.2
Plutarch, Πελοπίδας 21.1-2
Not analysed yet
ὁ δὲ Πελοπίδας ἐν τῷ στρατοπέδῳ κατακοιμηθεὶς ἔδοξε τάς τε παῖδας ὁρᾶν περὶ τὰ μνήματα θρηνούσας καὶ καταρωμένας τοῖς Σπαρτιάταις, τόν τε Σκέδασον κελεύοντα ταῖς κόραις σφαγιάσαι παρθένον ξανθήν, εἰ βούλοιτο τῶν πολεμίων ἐπικρατῆσαι. δεινοῦ δὲ καὶ παρανόμου τοῦ προστάγματος αὐτῷ φανέντος ἐξαναστὰς ἐκοινοῦτο τοῖς τε μάντεσι καὶ τοῖς ἄρχουσιν. ὧν οἱ μὲν οὐκ εἴων παραμελεῖν οἱ δʼ· ἀπειθεῖν, τῶν μὲν παλαιῶν προφέροντες Μενοικέα τόν Κρέοντος καὶ Μακαρίαν τὴν Ἡρακλέους, τῶν δʼ ὕστερον Φερεκύδην τε τόν σοφὸν ὑπὸ Λακεδαιμονίων ἀναιρεθέντα καὶ τὴν δορὰν αὐτοῦ κατά τι λόγιον ὑπὸ τῶν βασιλέων φρουρουμένην, Λεωνίδαν τε τῷ χρησμῷ τρόπον τινὰ προθυσάμενον ἑαυτὸν ὑπὲρ τῆς Ἑλλάδος,