Ancient Greek · ~3 min
25.2 to 25.3
Plutarch, Πελοπίδας 25.2-3
Not analysed yet
εἰσήχθη μὲν οὖν πρότερος εἰς τὸ δικαστήριον Πελοπίδας, διὸ καὶ μᾶλλον ἐκινδύνευσεν, ἀμφότεροι δὲ ἀπελύθησαν. τὸ δὲ συκοφάντημα καὶ τὴν πεῖραν Ἐπαμεινώνδας ἤνεγκε πρᾴως, μέγα μέρος ἀνδρείας καὶ μεγαλοψυχίας τὴν ἐν τοῖς πολιτικοῖς ἀνεξικακίαν ποιούμενος, Πελοπίδας δὲ καὶ φύσει θυμοειδέστερος ὤν, καὶ παροξυνόμενος ὑπὸ τῶν φίλων ἀμύνασθαι τοὺς ἐχθρούς, ἐπελάβετο τοιαύτης αἰτίας. Μενεκλείδας ὁ ῥήτωρ ἦν μὲν εἷς τῶν μετὰ Πελοπίδου καὶ Μέλωνος εἰς τὴν Χάρωνος οἰκίαν συνελθόντων, ἐπεὶ δὲ τῶν ἴσων οὐκ ἠξιοῦτο παρὰ τοῖς Θηβαίοις, δεινότατος μὲν ὢν λέγειν, ἀκόλαστος δὲ καὶ κακοήθης τὸν τρόπον, ἐχρῆτο τῇ φύσει πρὸς τὸ συκοφαντεῖν καὶ διαβάλλειν τοὺς κρείττονας, οὐδὲ μετὰ δίκην ἐκείνην παυσάμενος.