Ancient Greek · ~2 min
27.1 to 27.2
Plutarch, Πελοπίδας 27.1-2
Not analysed yet
μετὰ δὲ ταῦτα πάλιν τῶν Θετταλῶν αἰτιωμένων τὸν Φεραῖον Ἀλέξανδρον ὡς διαταράττοντα τὰς πόλεις, ἀπεστάλη Μετὰ Ἰσμηνίου πρεσβεύων ὁ Πελοπίδας· καὶ παρῆν οὔτε οἴκοθεν ἄγων δύναμιν οὔτε πόλεμον προσδοκήσας, αὐτοῖς δὲ τοῖς Θετταλοῖς χρῆσθαι πρὸς τὸ κατεπεῖγον τῶν πραγμάτων ἀναγκαζόμενος. ἐν τούτῳ δὲ πάλιν τῶν κατὰ Μακεδονίαν ταραττομένων ὁ γὰρ Πτολεμαῖος ἀνῃρήκει τὸν βασιλέα καὶ τὴν ἀρχὴν κατέσχεν, οἱ δὲ φίλοι τοῦ τεθνηκότος ἐκάλουν τὸν Πελοπίδαν ,βουλόμενος μὲν ἐπιφανῆναι τοῖς πράγμασιν, ἰδίους δὲ στρατιώτας οὐκ ἔχων, μισθοφόρους τινὰς αὐτόθεν προσλαβόμενος Μετὰ τούτων εὐθὺς ἐβάδιζεν ἐπὶ τὸν Πτολεμαῖον.