Ancient Greek · ~3 min
27.4 to 27.6
Plutarch, Πελοπίδας 27.4-6
Not analysed yet
τούτους μὲν οὖν ἀπέστειλεν εἰς Θήβας ὁ Πελοπίδας, αὐτὸς δὲ βαρέως φέρων τὴν τῶν μισθοφόρων προδοσίαν, καὶ πυνθανόμενος τὰ πλεῖστα τῶν χρημάτων αὐτοῖς καὶ παῖδας καὶ γυναῖκας ἀποκεῖσθαι περὶ Φάρσαλον, ὥστε τούτων κρατήσας ἱκανὴν δίκην ὧν καθύβρισται λήψεσθαι, συναγαγὼν τῶν Θεσσαλῶν τινας ἧκεν εἰς Φάρσαλον. ἀρτίως δʼ αὐτοῦ παρεληλυθότος Ἀλέξανδρος ὁ τύραννος ἐπεφαίνετο Μετὰ τῆς δυνάμεως. καὶ νομίσαντες οἱ περὶ τὸν Πελοπίδαν ἀπολογησόμενον ἥκειν ἐβάδιζον αὐτοὶ πρὸς αὐτόν, ἐξώλη μὲν ὄντα καὶ μιαιφόνον εἰδότες, διὰ δὲ τὰς Θήβας καὶ τὸ περὶ αὐτοὺς ἀξίωμα καὶ δόξαν οὐδὲν ἂν παθεῖν προσδοκήσαντες. ὁ δέ, ὡς εἶδεν ἀνόπλους καὶ μόνους προσιόντας, ἐκείνους μὲν εὐθὺς συνέλαβε, τὴν δὲ Φάρσαλον κατέσχε, φρίκην δὲ καὶ φόβον ἐνειργάσατο τοῖς ὑπηκόοις πᾶσιν ὥς γε μετά τὴν τηλικαύτην ἀδικίαν καὶ τόλμαν ἀφειδήσων ἁπάντων, καὶ χρησόμενος οὕτω τοῖς παραπίπτουσιν ἀνθρώποις καὶ πράγμασιν ὡς τότε γε κομιδῇ τὸν ἑαυτοῦ βίον ἀπεγνωκώς.