Ancient Greek · ~3 min
29.1 to 29.3
Plutarch, Πελοπίδας 29.1-3
Not analysed yet
ἐπεὶ δὲ οἱ στρατηγοὶ τῶν Θηβαίων εἰς τὴν Θετταλίαν ἐμβαλόντες ἔπραξαν οὐδέν, ἀλλὰ διʼ ἀπειρίαν ἢ δυστυχίαν αἰσχρῶς ἀνεχώρησαν, ἐκείνων μὲν ἕκαστον ἡ πόλις μυρίαις δραχμαῖς ἐζημίωσεν, Ἐπαμεινώνδαν δὲ μετὰ δυνάμεως ἀπέστειλεν. εὐθὺς οὖν κίνησίς τις μεγάλη Θετταλῶν ἦν ἐπαιρομένων πρὸς τὴν δόξαν τοῦ στρατηγοῦ, καὶ τὰ πράγματα τοῦ τυράννου ῥοπῆς ἐδεῖτο μικρᾶς ἀπολωλέναι· τοσοῦτος ἐνεπεπτώκει φόβος τοῖς περὶ αὐτὸν ἡγεμόσι καὶ φίλοις, τοσαύτη δὲ τοὺς ὑπηκόους ὁρμὴ πρὸς ἀπόστασιν εἶχε καὶ χαρὰ τοῦ μέλλοντος, ὡς νῦν ἐποψομένους δίκην διδόντα τὸν τύραννον. οὐ μὴν ἀλλʼ Ἐπαμεινώνδας τὴν αὐτοῦ δόξαν ἐν ὑστέρῳ τῆς Πελοπίδου σωτηρίας τιθέμενος, καὶ δεδοικὼς μὴ τῶν πραγμάτων ταραχθέντων ἀπογνοὺς ἑαυτὸν Ἀλέξανδρος ὥσπερ θηρίον τράπηται πρὸς ἐκεῖνον, ἐπῃωρεῖτο τῷ πολέμῳ, καὶ κύκλῳ περιϊὼν, τῇ παρασκευῇ καὶ τῇ μελλήσει κατεσκεύαζε καὶ συνέστελλε τὸν τύραννον, ὡς μήτε ἀντεῖναι τὸ αὔθαδες αὐτοῦ καὶ θρασυνόμενον μήτε τὸ πικρὸν καὶ θυμοειδὲς ἐξερεθίσαι,