Ancient Greek · ~3 min
29.5 to 29.6
Plutarch, Πελοπίδας 29.5-6
Not analysed yet
τραγῳδὸν δέ ποτε θεώμενος Εὐριπίδου Τρῳάδας ὑποκρινόμενον ᾤχετο ἀπιὼν ἐκ τοῦ θεάτρου, καὶ πέμψας πρὸς αὐτὸν ἐκέλευε θαρρεῖν καὶ μηδὲν ἀγωνίζεσθαι διὰ τοῦτο χεῖρον, οὐ γὰρ ἐκείνου καταφρονῶν ἀπελθεῖν, ἀλλʼ αἰσχυνόμενος τοὺς πολίτας, εἰ μηδένα πώποτε τῶν ὑπʼ αὐτοῦ φονευομένων ἠλεηκώς, ἐπὶ τοῖς Ἑκάβης καὶ Ἀνδρομάχης κακοῖς ὀφθήσεται δακρύων. οὗτος μέντοι τὴν δόξαν αὐτὴν καὶ τοὔνομα καὶ τὸ πρόσχημα τῆς Ἐπαμεινώνδου στρατηγίας καταπλαγείς, ἔπτηξʼ ἀλέκτωρ δοῦλος ὣς κλίνας πτερόν, καὶ τοὺς ἀπολογησομένους ταχὺ πρὸς αὐτὸν ἔπεμπεν. ὁ δὲ συνθέσθαι μὲν εἰρήνην καὶ φιλίαν πρὸς τοιοῦτον ἄνδρα Θηβαίοις οὐχ ὑπέμεινε, σπεισάμενος δέ τριακονθημέρους ἀνοχὰς τοῦ πολέμου καὶ λαβὼν τὸν Πελοπίδαν καὶ τὸν Ἰσμηνίαν ἀνεχώρησεν.