Ancient Greek · ~3 min
34.3 to 34.5
Plutarch, Πελοπίδας 34.3-5
Not analysed yet
ἀνὴρ δὲ δημοτικὸς ἐπὶ ξένης τεθνηκώς, οὐ γυναικός, οὐ παίδων, οὐ συγγενῶν παρόντων, οὐ δεομένου τινός, οὐκ ἀναγκάζοντος, ὑπὸ δήμων τοσούτων καὶ πόλεων ἁμιλλωμένων προπεμπόμενος καὶ συνεκκομιζόμενος καὶ στεφανούμενος, εἰκότως ἐδόκει τὸν τελειότατον ἀπέχειν εὐδαιμονισμόν. οὐ γάρ, ὡς Αἴσωπος ἔφασκε, χαλεπώτατός ἐστιν ὁ τῶν εὐτυχούντων θάνατος, ἀλλὰ μακαριώτατος, εἰς ἀσφαλῆ χώραν τὰς εὐπραξίας κατατιθέμενος τῶν ἀγαθῶν καὶ τύχην μεταβάλλεσθαι μὴ ἀπολείπων. διὸ βέλτιον ὁ Λάκων τὸν Ὀλυμπιονίκην Διαγόραν, ἐπιδόντα μὲν υἱοὺς στεφανουμένους Ὀλυμπίασιν, ἐπιδόντα δʼ υἱωνοὺς καὶ θυγατριδοῦς, ἀσπασάμενος, κάτθανε, εἶπε, Διαγόρα· οὐκ εἰς τὸν Ὄλυμπον ἀναβήσῃ. τὰς δὲ Ὀλυμπιακὰς καὶ Πυθικὰς νίκας οὐκ ἂν, οἶμαί, τις εἰς τὸ αὐτὸ συνθεὶς ἁπάσας ἑνὶ τῶν Πελοπίδου παραβαλεῖν ἀγώνων ἀξιώσειεν, οὓς πολλοὺς ἀγωνισάμενος καὶ κατορθώσας, καὶ τοῦ βίου τὸ πλεῖστον ἐν δόξῃ καὶ τιμῇ βιώσας, τέλος ἐν τῇ τρισκαιδεκάτῃ βοιωταρχίᾳ, τυραννοκτονίᾳ μεμιγμένην ἀριστείαν ἀριστεύων, ὑπὲρ τῆς τῶν Θεσσαλῶν ἐλευθερίας ἀπέθανεν.