Ancient Greek · ~2 min
Chapter 16
Plutarch, Περικλῆς 16.2
Not analysed yet
ὁ δὲ Τηλεκλείδης παραδεδωκέναι φησὶν αὐτῷ τοὺς Ἀθηναίους πόλεών τε φόρους αὐτάς τε πόλεις, τὰς μὲν δεῖν, τὰς δʼ ἀναλύειν, λάϊνα τείχη, τὰ μὲν οἰκοδομεῖν, τὰ δʼ ἔπειτα πάλιν καταβάλλειν, σπονδάς, δύναμιν, κράτος, εἰρήνην, πλοῦτόν τʼ εὐδαιμονίαν τε. Telecleides; Kock, Com. Att. Frag. i. p. 220 καὶ ταῦτα καιρὸς οὐκ ἦν οὐδʼ ἀκμὴ καὶ χάρις ἀνθούσης ἐφʼ ὥρᾳ πολιτείας, ἀλλὰ τεσσαράκοντα μὲν ἔτη πρωτεύων ἐν Ἐφιάλταις καὶ Λεωκράταις καὶ Μυρωνίδαις καὶ Κίμωσι καὶ Τολμίδαις καὶ Θουκυδίδαις,