Ancient Greek · ~3 min
Chapter 24
Plutarch, Περικλῆς 24.6
Not analysed yet
καὶ γὰρ ἐξιών, ὥς φασι, καὶ εἰσιὼν ἀπʼ ἀγορᾶς ἠσπάζετο καθʼ ἡμέραν αὐτὴν μετὰ τοῦ καταφιλεῖν. ἐν δὲ ταῖς κωμῳδίαις Ὀμφάλη τε νέα καὶ Δηϊάνειρα καὶ πάλιν Ἥρα προσαγορεύεται. Κρατῖνος δʼ ἄντικρυς παλλακὴν αὐτὴν εἴρηκεν ἐν τούτοις· Ἥραν τέ οἱ Ἀσπασίαν τίκτει Καταπυγοσύνη παλλακὴν κυνώπιδα. Cratinus, Cheirons; Kock, Com. Att. Frag. i. p. 86 δοκεῖ δὲ καὶ τὸν νόθον ἐκ ταύτης τεκνῶσαι, περὶ οὗ πεποίηκεν Εὔπολις ἐν Δήμοις αὐτὸν μὲν οὕτως ἐρωτῶντα· ὁ νόθος δέ μοι ζῇ; Eupolis, Demes; Kock, Com. Att. Frag. i. p. 282 τὸν δὲ Μυρωνίδην ἀποκρινόμενον· καὶ πάλαι γʼ ἂν ἦν ἀνήρ, εἰ μὴ τὸ τῆς πόρνης ὑπωρρώδει κακόν. Eupolis, Demes; Kock, Com. Att. Frag. i. p. 282