Ancient Greek · ~1 min
Chapter 30
Plutarch, Περικλῆς 30.4
Not analysed yet
Μεγαρεῖς δὲ τὸν Ἀνθεμοκρίτου φόνον ἀπαρνούμενοι τὰς αἰτίας εἰς Ἀσπασίαν καὶ Περικλέα τρέπουσι, χρώμενοι τοῖς περιβοήτοις καὶ δημώδεσι τούτοις ἐκ τῶν Ἀχαρνέων στιχιδίοις· πόρνην δὲ Σιμαίθαν ἰόντες Μεγάραδε νεανίαι κλέπτουσι μεθυσοκότταβοι· κἆθʼ οἱ Μεγαρεῖς ὀδύναις πεφυσιγγωμένοι ἀντεξέκλεψαν Ἀσπασίας πόρνας δύο. Aristoph. Ach. 524-527