Ancient Greek
Chapter 1
Plutarch, Φιλοποίμην 1.1
Not analysed yet
Κλέανδρος ἦν ἐν Μαντινείᾳ γένους τε πρώτου καὶ δυνηθεὶς ἐν τοῖς μάλιστα τῶν πολιτῶν, τύχῃ δὲ χρησάμενος καὶ τὴν ἑαυτοῦ φυγών ἧκεν εἰς Μεγάλην πόλιν οὐχ ἥκιστα διὰ τὸν Φιλοποίμενος πατέρα Κραῦγιν, ἄνδρα πάντων ἕνεκα λαμπρόν, ἰδίᾳ δὲ πρὸς ἐκεῖνον οἰκείως ἔχοντα.