Ancient Greek · ~2 min
Chapter 13
Plutarch, Φιλοποίμην 13.1
Not analysed yet
ταῦτα μὲν οὖν καλὰ τοῦ Φιλοποίμενος· ἡ δʼ εἰς Κρήτην αὖθις ἀποδημία Γορτυνίων δεηθέντων, ὡς χρήσαιντο πολεμούμενοι στρατηγῷ, διαβολὴν ἔσχεν, ὅτι τῆς πατρίδος αὐτοῦ πολεμουμένης ὑπὸ Νάβιδος ἀπῆν φυγομαχῶν ἡ φιλοτιμούμενος ἀκαίρως πρὸς ἑτέρους, καίτοι συντόνως οὕτως ἐπολεμήθησαν Μεγαλοπολῖται κατὰ τὸν χρόνον ἐκεῖνον ὥστε τοῖς μὲν τείχεσιν ἐνοικεῖν, σπείρειν δέ τοὺς στενωπούς, περικεκομμένης τῆς χώρας καὶ τῶν πολεμίων σχεδὸν ἐν ταῖς πύλαις στρατοπεδευόντων.