Ancient Greek · ~2 min
14.1 to 14.2
Plutarch, Φιλοποίμην 14.1-2
Not analysed yet
ἐπὶ τούτοις δὲ θαυμασθείς καὶ λαμπρὸς παρὰ τῶν ἐκεῖ πράξεων ἀνακομισθεὶς εἰς Πελοπόννησον εὗρε τὸν μὲν Φίλιππον ὑπὸ τοῦ Τίτου καταπεπολεμημένον, τὸν δὲ Νάβιν ὑπὸ τῶν Ἀχαιῶν καὶ τῶν Ῥωμαίων πολεμούμενον. ἐφʼ ὃν εὐθὺς αἱρεθεὶς ἄρχων καὶ ναυμαχίᾳ παραβαλόμενος τὸ τοῦ Ἐπαμεινώνδου παθεῖν ἔδοξε, ποχὺ τῆς περὶ αὐτὸν ἀρετῆς καὶ δόξης ἐν τῇ θαλάσσῃ κάκιον ἀγωνισάμενος. πλὴν Ἐπαμεινώνδαν μὲν ἔνιοι λέγουσιν ὀκνοῦντα γεῦσαι τῶν κατὰ θάλασσαν ὠφελειῶν τοὺς πολίτας, ὅπως αὐτῷ μὴ λάθωσιν ἀντὶ μονίμων ὁπλιτῶν, κατὰ Πλάτωνα, ναῦται γενόμενοι καὶ διαφθαρέντες, ἄπρακτον ἐκ τῆς Ἀσίας καὶ τῶν νήσων ἀπελθεῖν ἑκουσίως·