Ancient Greek
Chapter 17
Plutarch, Φιλοποίμην 17.3
Not analysed yet
Ἀρισταίνου δὲ τοῦ Μεγαλοπολίτου δυναμένου μὲν ἐν τοῖς Ἀχαιοῖς μέγιστον, τοὺς δὲ Ῥωμαίους ἀεὶ θεραπεύοντος καὶ τοὺς Ἀχαιοὺς μὴ οἰομένου δεῖν ἐναντιοῦσθαι μηδὲ ἀχαριστεῖν ἐκείνοις ,ἐν τῷ συνεδρίῳ λέγεται τὸν Φιλοποίμενα σιωπᾶν ἀκούοντα καὶ βαρέως φέρειν, τέλος δὲ ὑπʼ ὀργῆς δυσανασχετοῦντα πρὸς τὸν Ἀρίσταινον εἰπεῖν ὦ ἄνθρωπε, τί σπεύδεις τὴν πεπρωμένην τῆς Ἑλλάδος ἐπιδεῖν;