Ancient Greek · ~2 min
Chapter 18
Plutarch, Φιλοποίμην 18.7
Not analysed yet
αὐτῷ δὲ τὸ μὲν γῆρας ὑπὸ ἀσκήσεως πολλῆς ἐλαφρὸν ἦν καὶ πρὸς οὐδὲν ἐμπόδιον εἰς τὸ σωθῆναι, τότε δὲ καὶ διὰ τήν ἀρρωστίαν τοῦ σώματος ἐνδεοῦς γεγονότος καὶ διὰ τήν ὁδοιπορίαν κατακόπου, βαρὺν ὄντα καὶ δυσκίνητον ἤδη σφαλεὶς ὁ ἵππος εἰς τήν γῆν κατέβαλε, σκληροῦ δὲ τοῦ πτώματος γενομένου καὶ τῆς κεφαλῆς παθούσης ἔκειτο πολὺν χρόνον ἄναυδος, ὥστε καὶ τοὺς πολεμίους τεθνάναι δόξαντας αὐτόν ἐπιχειρεῖν στρέφειν τὸ σῶμα καὶ σκυλεύειν.