# Philopoemen 20

Plutarch, Philopoemen, Chapter 20. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-116/20
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/plutarch/text-116/20
CTS URN: urn:cts:greekLit:tlg0007.tlg027:20

οὗτοι μὲν οὖν ταῦτα ἔπραττον. ὁ δὲ Δεινοκράτης μάλιστα τὸν χρόνον ὡς σωτήριον τῷ Φιλοποίμενι δεδοικώς καὶ φθάσαι τὰ παρὰ τῶν Ἀχαιῶν βουλόμενος, ἐπεὶ νὺξ ἐπῆλθε καὶ τὸ πλῆθος ἀπεχώρησε τῶν Μεσσηνίων, ἀνοίξας τὸ δεσμωτήριον εἰσέπεμψε δημόσιον οἰκέτην φάρμακον κομίζοντα, προσενεγκεῖν καὶ παραστῆναι μέχρι ἂν ἐκπίῃ κελεύσας. ἔτυχε μὲν οὖν ἐν τῷ χλαμυδίῳ κατακείμενος, οὐ καθεύδων, ἀλλὰ λύπῃ καὶ θορύβῳ κατεχόμενος, ἰδὼν δὲ φῶς καὶ παρεστῶτα πλησίον τὸν ἄνθρωπον ἔχοντα τὴν κύλικα τοῦ φαρμάκου, συναγαγὼν μόλις ἑαυτὸν ὑπʼ ἀσθενείας ἀνεκάθιζε. καὶ δεξάμενος ἠρώτησεν εἴ τι περὶ τῶν ἱππέων καὶ μάλιστα Λυκόρτα πεπυ· σμένος ἐστίν, εἰπόντος δὲ τἀνθρώπου διαπεφευγέναι τοὺς πολλούς, ἐπένευσε τῇ κεφαλῇ, καὶ διαβλέψας πρᾴως πρὸς τὸν ἄνθρωπον, εὖ λέγεις, εἶπεν, εἰ μὴ πάντα κακῶς πεπράχαμεν. ἄλλο δὲ μηδὲν εἰπὼν μηδὲ φθεγξάμενος ἐξέπιε καὶ πάλιν αὑτὸν ἀπέκλινεν, οὐ πολλὰ πράγματα τῷ φαρμάκῳ παρασχών, ἀλλʼ ἀποσβεσθεὶς ταχὺ διὰ τὴν ἀσθένειαν.

---

Plutarch, Φιλοποίμην, ed. Bernadotte Perrin. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0007.tlg027.local001/.
