Ancient Greek
Chapter 21
Plutarch, Φιλοποίμην 21.3
Not analysed yet
ἦν μὲν γὰρ ἐστεφανωμένους ἰδεῖν, ἦν δὲ τοὺς αὐτοὺς καὶ δακρύοντας, ἦν δὲ τοὺς ἐχθροὺς δεσμίους ἀγομένους, αὐτὴν δὲ τὴν ὑδρίαν ὑπὸ πλήθους ταινιῶν τε καὶ στεφάνων μόλις ὁρωμένην ἐκόμιζεν ὁ τοῦ στρατηγοῦ τῶν Ἀχαιῶν παῖς Πολύβιος καὶ περὶ αὑτὸν οἱ πρῶτοι τῶν Ἀχαιῶν. οἱ δὲ στρατιῶται ὠπλισμένοι μὲν αὐτοί, τοῖς δʼ ἵπποις κεκοσμημένοις ἐπηκολούθουν, οὔτε, οἷον ἐπὶ πένθει τοσούτῳ, κατηφεῖς οὔτε τῇ νίκῃ γαυριῶντες.